Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.12 Dem. 36.15 (English) >>Dem. 36.19

36.14μεμαρτύρηται μὲν τοίνυν ὑμῖν, ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τούτοις ἐμίσθωσαν καὶ οὐ παρέδωκαν ἰδίαν ἀφορμὴν οὐδεμίαν, καὶ ἐλευθέρους ἀφεῖσαν ὡς μεγάλʼ εὖ πεπονθότες, καὶ οὐκ ἐδικάζοντʼ οὔτʼ ἐκείνοις τότʼ οὔτε τούτῳ. ὃν μὲν τοίνυν χρόνον μήτηρ ἔζη, πάντʼ ἀκριβῶς ταῦτʼ εἰδυῖα, οὐδὲν ἔγκλημα πώποτʼ ἐποιήσατο πρὸς τουτονὶ Φορμίωνʼ Ἀπολλόδωρος· ὡς δʼ ἐτελεύτησεν ἐκείνη, τρισχιλίας ἐγκαλέσας ἀργυρίου δραχμὰς πρὸς αἷς ἔδωκεν ἐκείνη δισχιλίαις τοῖς τούτου παιδίοις, καὶ χιτωνίσκον τινὰ καὶ θεράπαιναν, ἐσυκοφάντει. 36.15καὶ οὐδʼ ἐνταῦθα τούτων οὐδὲν ὧν νῦν ἐγκαλεῖ λέγων φανήσεται. ἐπιτρέψας δὲ τῷ τε τῆς ἑαυτοῦ γυναικὸς πατρὶ καὶ τῷ συγκηδεστῇ τῷ αὑτοῦ καὶ Λυσίνῳ καὶ Ἀνδρομένει, πεισάντων τούτων Φορμίωνα τουτονὶ δοῦναι δωρεὰν τὰς τρισχιλίας καὶ τὸ προσόν, καὶ φίλον μᾶλλον ἔχειν τοῦτον διὰ ταῦτʼ ἐχθρὸν αὐτὸν εἶναι, λαβὼν τὸ σύμπαν πεντακισχιλίας, καὶ πάντων ἀφεὶς τῶν ἐγκλημάτων τὸ δεύτερον εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐλθών, 36.16πάλιν, ὡς ὁρᾶτε, δικάζεται, πάσας αἰτίας συμπλάσας καὶ ἐγκλήματʼ ἐκ παντὸς τοῦ χρόνου τοῦ πρὸ τούτου (τοῦτο γάρ ἐστιν μέγιστον ἁπάντων), οὐδεπώποτʼ ᾐτιάσατο. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι τὴν γνῶσιν τὴν γενομένην ἐν ἀκροπόλει, καὶ τὴν μαρτυρίαν τῶν παραγενομένων, ὅτʼ ἀφίει τῶν ἐγκλημάτων ἁπάντων Ἀπολλόδωρος, λαμβάνων τοῦτο τὸ ἀργύριον.Γνῶσις Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.12 Dem. 36.15 (English) >>Dem. 36.19

Powered by PhiloLogic